Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics) (301 page)

BOOK: Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics)
12.69Mb size Format: txt, pdf, ePub
ads

[7.1]
Ἐναντία γε μὴν καὶ τάδε τοῖς ἄλλοις Ἕλλησι κατέστησεν ὁ Λυκοῦργος ἐν τῆι Σπάρτηι νόμιμα. ἐν μὲν γὰρ δήπου ταῖς ἄλλαις πόλεσι πάντες χρηματίζονται ὅσον δύνανται· ὁ μὲν γὰρ γεωργεῖ, ὁ δὲ ναυκληρεῖ, ὁ δ᾽ ἐμπορεύεται, οἱ δὲ καὶ ἀπὸ τεχνῶν τρέφονται·
[7.2]
ἐν δὲ τῆι Σπάρτηι ὁ Λυκοῦργος τοῖς [μὲν] ἐλευθέροις τῶν μὲν ἀμφὶ χρηματισμὸν ἀπεῖπε μηδενὸς ἅπτεσθαι, ὅσα δὲ ἐλευθερίαν ταῖς πόλεσι παρασκευάζει, ταῦτα ἔταξε μόνα ἔργα αὑτῶν νομίζειν.
[7.3]
καὶ γὰρ δὴ τί πλοῦτος ἐκεῖ γε σπουδαστέος, ἔνθα ἴσα μὲν φέρειν εἰς τὰ ἐπιτήδεια, ὁμοίως δὲ διαιτᾶσθαι τάξας ἐποίησε μὴ ἡδυπαθείας ἕνεκα χρημάτων ὀρέγεσθαι; ἀλλὰ μὴν οὐδ᾽ ἱματίων γε ἕνεκα χρηματιστέον· οὐ γὰρ ἐσθῆτος πολυτελείαι ἀλλὰ σώματος εὐεξίαι κοσμοῦνται.
[7.4]
οὐδὲ μὴν τοῦ γε εἰς τοὺς συσκήνους ἕνεκα ἔχειν δαπανᾶν χρήματα ἁθροιστέον, ἐπεὶ τὸ τῶι σώματι πονοῦντα ὠφελεῖν τοὺς συνόντας εὐδοξότερον ἐποίησεν ἢ τὸ δαπανῶντα, ἐπιδείξας τὸ μὲν ψυχῆς, τὸ δὲ πλούτου ἔργον.
[7.5]
τό γε μὴν ἐξ ἀδίκων χρηματίζεσθαι καὶ ἐν τοῖς τοιούτοις διεκώλυσε. πρῶτον μὲν γὰρ νόμισμα τοιοῦτον κατεστήσατο, ὃ δεκάμνων μόνον ἂν εἰς οἰκίαν εἰσελθὸν οὔποτε δεσπότας οὐδὲ οἰκέτας λάθοι· καὶ γὰρ χώρας μεγάλης καὶ ἁμάξης ἀγωγῆς δέοιτ᾽ ἂν.
[7.6]
χρυσίον γε μὴν καὶ ἀργύριον ἐρευνᾶται, καὶ ἄν τί που φανῆι, ὁ ἔχων ζημιοῦται. τί οὖν ἂν ἐκεῖ χρηματισμὸς σπουδάζοιτο, ἔνθα ἡ κτῆσις πλείους λύπας ἢ ἡ χρῆσις εὐφροσύνας παρέχει;

[8.1]
Ἀλλὰ γὰρ ὅτι μὲν ἐν Σπάρτηι μάλιστα πείθονται ταῖς ἀρχαῖς τε καὶ τοῖς νόμοις, ἴσμεν ἅπαντες. ἐγὼ μέντοι οὐδ᾽ ἐγχειρῆσαι οἶμαι πρότερον τὸν Λυκοῦργον ταύτην τὴν εὐταξίαν καθιστάναι πρὶν ὁμογνώμονας ἐποιήσατο τοὺς κρατίστους τῶν ἐν τῆι πόλει.
[8.2]
τεκμαίρομαι δὲ ταῦτα, ὅτι ἐν μὲν ταῖς ἄλλαις πόλεσιν οἱ δυνατώτεροι οὐδὲ βούλονται δοκεῖν τὰς ἀρχὰς φοβεῖσθαι, ἀλλὰ νομίζουσι τοῦτο ἀνελεύθερον εἶναι· ἐν δὲ τῆι Σπάρτηι οἱ κράτιστοι καὶ ὑπέρχονται μάλιστα τὰς ἀρχὰς καὶ τῶι ταπεινοὶ εἶναι μεγαλύνονται καὶ τῶι ὅταν καλῶνται τρέχοντες ἀλλὰ μὴ βαδίζοντες ὑπακούειν, νομίζοντες, ἢν αὐτοὶ κατάρχωσι τοῦ σφόδρα πείθεσθαι, ἕψεσθαι καὶ τοὺς ἄλλους· ὅπερ καὶ γεγένηται.
[8.3]
εἰκὸς δὲ καὶ τὴν τῆς ἐφορείας δύναμιν τοὺς αὐτοὺς τούτους συγκατασκευάσαι, ἐπείπερ ἔγνωσαν τὸ πείθεσθαι μέγιστον ἀγαθὸν εἶναι καὶ ἐν πόλει καὶ ἐν στρατιᾶι καὶ ἐν οἴκωι· ὅσωι γὰρ μείζω δύναμιν ἔχει ἡ ἀρχή, τοσούτωι μᾶλλον ἂν ἡγήσαντο αὐτὴν καὶ καταπλήξειν τοὺς πολίτας [τοῦ ὑπακούειν].
[8.4]
ἔφοροι οὖν ἱκανοὶ μέν εἰσι ζημιοῦν ὃν ἂν βούλωνται, κύριοι δ᾽ ἐκπράττειν παραχρῆμα, κύριοι δὲ καὶ ἄρχοντας μεταξὺ [καὶ] καταπαῦσαι καὶ εἶρξαί γε καὶ περὶ τῆς ψυχῆς εἰς ἀγῶνα καταστῆσαι. τοσαύτην δὲ ἔχοντες δύναμιν οὐχ ὥσπερ αἱ ἄλλαι πόλεις ἐῶσι τοὺς αἱρεθέντας ἀεὶ ἄρχειν τὸ ἔτος ὅπως ἂν βούλωνται, ἀλλ᾽ ὥσπερ οἱ τύραννοι καὶ οἱ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἐπιστάται, ἤν τινα αἰσθάνωνται παρανομοῦντά τι, εὐθὺς παραχρῆμα κολάζουσι.
[8.5]
πολλῶν δὲ καὶ ἄλλων ὄντων μηχανημάτων καλῶν τῶι Λυκούργωι εἰς τὸ πείθεσθαι τοῖς νόμοις ἐθέλειν τοὺς πολίτας, ἐν τοῖς καλλίστοις καὶ τοῦτό μοι δοκεῖ εἶναι, ὅτι οὐ πρότερον ἀπέδωκε τῶι πλήθει τοὺς νόμους πρὶν ἐλθὼν σὺν τοῖς κρατίστοις εἰς Δελφοὺς ἐπήρετο τὸν θεὸν εἰ λῶιον καὶ ἄμεινον εἴη τῆι Σπάρτηι πειθομένηι οἷς αὐτὸς ἔθηκε νόμοις. ἐπεὶ δὲ ἀνεῖλε τῶι παντὶ ἄμεινον εἶναι, τότε ἀπέδωκεν, οὐ μόνον ἄνομον ἀλλὰ καὶ ἀνόσιον θεὶς τὸ πυθοχρήστοις νόμοις μὴ πείθεσθαι.

[9.1]
Ἄξιον δὲ τοῦ Λυκούργου καὶ τόδε ἀγασθῆναι, τὸ κατεργάσασθαι ἐν τῆι πόλει αἱρετώτερον εἶναι τὸν καλὸν θάνατον ἀντὶ τοῦ αἰσχροῦ βίου· καὶ γὰρ δὴ ἐπισκοπῶν τις ἂν εὕροι μείους ἀποθνήισκοντας τούτων <ἢ> τῶν ἐκ τοῦ φοβεροῦ ἀποχωρεῖν αἱρουμένων.
[9.2]
ὡς τἀληθὲς εἰπεῖν καὶ ἕπεται τῆι ἀρετῆι <τὸ> σώιζεσθαι εἰς τὸν πλείω χρόνον μᾶλλον ἢ τῆι κακίαι· καὶ γὰρ ῥάιων καὶ ἡδίων καὶ εὐπορωτέρα καὶ ἰσχυροτέρα. δῆλον δὲ ὅτι καὶ εὔκλεια μάλιστα ἕπεται τῆι ἀρετῆι· καὶ γὰρ συμμαχεῖν πως πάντες τοῖς ἀγαθοῖς βούλονται.
[9.3]
ἧι μέντοι ὥστε ταῦτα γίγνεσθαι ἐμηχανήσατο, καὶ τοῦτο καλὸν μὴ παραλιπεῖν. ἐκεῖνος τοίνυν σαφῶς παρεσκεύασε τοῖς μὲν ἀγαθοῖς εὐδαιμονίαν, τοῖς δὲ κακοῖς κακοδαιμονίαν.
[9.4]
ἐν μὲν γὰρ ταῖς ἄλλαις πόλεσιν, ὁπόταν τις κακὸς γένηται, ἐπίκλησιν μόνον ἔχει κακὸς εἶναι, ἀγοράζει δὲ ἐν τῶι αὐτῶι ὁ κακὸς τἀγαθῶι καὶ κάθηται καὶ γυμνάζεται, ἐὰν βούληται· ἐν δὲ τῆι Λακεδαίμονι πᾶς μὲν ἄν τις αἰσχυνθείη τὸν κακὸν σύσκηνον παραλαβεῖν, πᾶς δ᾽ ἂν ἐν παλαίσματι συγγυμναστήν.
[9.5]
πολλάκις δ᾽ ὁ τοιοῦτος καὶ διαιρουμένων τοὺς ἀντισφαιριοῦντας ἀχώριστος περιγίγνεται, καὶ ἐν χοροῖς δ᾽ εἰς τὰς ἐπονειδίστους χώρας ἀπελαύνεται, καὶ μὴν ἐν ὁδοῖς παραχωρητέον αὐτῶι καὶ ἐν θάκοις καὶ [ἐν] τοῖς νεωτέροις ὑπαναστατέον, καὶ τὰς μὲν προσηκούσας κόρας οἴκοι θρεπτέον, καὶ ταύταις τῆς ἀνανδρίας αἰτίαν ὑφεκτέον, γυναικὸς δὲ κενὴν ἑστίαν [οὐ] περιοπτέον καὶ ἅμα τούτου ζημίαν ἀποτειστέον, λιπαρὸν δὲ οὐ πλανητέον οὐδὲ μιμητέον τοὺς ἀνεγκλήτους, ἢ πληγὰς ὑπὸ τῶν ἀμεινόνων ληπτέον.
[9.6]
ἐγὼ μὲν δὴ τοιαύτης τοῖς κακοῖς ἀτιμίας ἐπικειμένης οὐδὲν θαυμάζω τὸ προαιρεῖσθαι ἐκεῖ θάνατον ἀντὶ τοῦ οὕτως ἀτίμου τε καὶ ἐπονειδίστου βίου.

[10.1]
Καλῶς δέ μοι δοκεῖ ὁ Λυκοῦργος νομοθετῆσαι καὶ ἧι μέχρι γήρως ἀσκοῖτ᾽ ἂν ἀρετή. ἐπὶ γὰρ τῶι τέρματι τοῦ βίου τὴν κρίσιν τῆς γεροντίας προσθεὶς ἐποίησε μηδὲ ἐν τῶι γήραι ἀμελεῖσθαι τὴν καλοκἀγαθίαν.
[10.2]
ἀξιάγαστον δ᾽ αὐτοῦ καὶ τὸ ἐπικουρῆσαι τῶι τῶν ἀγαθῶν γήραι· θεὶς γὰρ τοὺς γέροντας κυρίους τοῦ περὶ τῆς ψυχῆς ἀγῶνος διέπραξεν ἐντιμότερον εἶναι τὸ γῆρας τῆς τῶν ἀκμαζόντων ῥώμης.
[10.3]
εἰκότως δέ τοι καὶ σπουδάζεται οὗτος ὁ ἀγὼν μάλιστα τῶν ἀνθρωπίνων. καλοὶ μὲν γὰρ καὶ οἱ γυμνικοί· ἀλλ᾽ οὗτοι μὲν σωμάτων εἰσίν· ὁ δὲ περὶ τῆς γεροντίας ἀγὼν ψυχῶν ἀγαθῶν κρίσιν παρέχει. ὅσωι οὖν κρείττων ψυχὴ σώματος, τοσούτωι καὶ οἱ ἀγῶνες οἱ τῶν ψυχῶν ἢ οἱ τῶν σωμάτων ἀξιοσπουδαστότεροι.

[10.4]
Τόδε γε μὴν τοῦ Λυκούργου πῶς οὐ μεγάλως ἄξιον ἀγασθῆναι; ὃς ἐπειδὴ κατέμαθεν ὅτι ὅπου οἱ βουλόμενοι ἐπιμελοῦνται τῆς ἀρετῆς οὐχ ἱκανοί εἰσι τὰς πατρίδας αὔξειν, [ἐκεῖνος] ἐν τῆι Σπάρτηι ἠνάγκασε δημοσίαι πάντας πάσας ἀσκεῖν τὰς ἀρετάς. ὥσπερ οὖν [οἱ ἰδιῶται] τῶν ἰδιωτῶν διαφέρουσιν ἀρετῆι οἱ ἀσκοῦντες τῶν ἀμελούντων, οὕτω καὶ ἡ Σπάρτη εἰκότως πασῶν τῶν πόλεων ἀρετῆι διαφέρει, μόνη δημοσίαι ἐπιτηδεύουσα τὴν καλοκἀγαθίαν.
[10.5]
οὐ γὰρ κἀκεῖνο καλόν, τὸ τῶν ἄλλων πόλεων κολαζουσῶν ἤν τίς τι ἕτερος ἕτερον ἀδικῆι, ἐκεῖνον ζημίας μὴ ἐλάττους ἐπιθεῖναι εἴ τις φανερὸς εἴη ἀμελῶν τοῦ ὡς βέλτιστος εἶναι;
[10.6]
ἐνόμιζε γάρ, ὡς ἔοικεν, ὑπὸ μὲν τῶν ἀνδραποδιζομένων τινὰς ἢ ἀποστερούντων τι ἢ κλεπτόντων τοὺς βλαπτομένους μόνον ἀδικεῖσθαι, ὑπὸ δὲ τῶν κακῶν καὶ ἀνάνδρων ὅλας τὰς πόλεις προδίδοσθαι. ὥστε εἰκότως ἔμοιγε δοκεῖ τούτοις μεγίστας ζημίας ἐπιθεῖναι.
[10.7]
ἐπέθηκε δὲ καὶ τὴν ἀνυπόστατον ἀνάγκην ἀσκεῖν ἅπασαν πολιτικὴν ἀρετήν. τοῖς μὲν γὰρ τὰ νόμιμα ἐκτελοῦσιν ὁμοίως ἅπασι τὴν πόλιν οἰκείαν ἐποίησε, καὶ οὐδὲν ὑπελογίσατο οὔτε σωμάτων οὔτε χρημάτων ἀσθένειαν· εἰ δέ τις ἀποδειλιάσειε τοῦ τὰ νόμιμα διαπονεῖσθαι, τοῦτον ἐκεῖνος ἀπέδειξε μηδὲ νομίζεσθαι ἔτι τῶν ὁμοίων εἶναι.
[10.8]
ἀλλὰ γὰρ ὅτι μὲν παλαιότατοι οὗτοι οἱ νόμοι εἰσί, σαφές· ὁ γὰρ Λυκοῦργος κατὰ τοὺς Ἡρακλείδας λέγεται γενέσθαι· οὕτω δὲ παλαιοὶ ὄντες ἔτι καὶ νῦν τοῖς ἄλλοις καινότατοί εἰσι· καὶ γὰρ τὸ πάντων θαυμαστότατον ἐπαινοῦσι μὲν πάντες τὰ τοιαῦτα ἐπιτηδεύματα, μιμεῖσθαι δὲ αὐτὰ οὐδεμία πόλις ἐθέλει.

[11.1]
Καὶ ταῦτα μὲν δὴ κοινὰ ἀγαθὰ καὶ ἐν εἰρήνηι καὶ ἐν πολέμωι· εἰ δέ τις βούλεται καταμαθεῖν ὅ τι καὶ εἰς τὰς στρατείας βέλτιον τῶν ἄλλων ἐμηχανήσατο, ἔξεστι καὶ τούτων ἀκούειν.
[11.2]
πρῶτον μὲν τοίνυν οἱ ἔφοροι προκηρύττουσι τὰ ἔτη εἰς ἃ δεῖ στρατεύεσθαι καὶ ἱππεῦσι καὶ ὁπλίταις, ἔπειτα δὲ καὶ τοῖς χειροτέχναις· ὥστε ὅσοισπερ ἐπὶ πόλεως χρῶνται ἄνθρωποι, πάντων τούτων καὶ ἐπὶ στρατιᾶς οἱ Λακεδαιμόνιοι εὐποροῦσι· καὶ ὅσων δὲ ὀργάνων ἡ στρατιὰ κοινῆι δεηθείη ἄν, ἅπαντα τὰ μὲν ἁμάξηι προστέτακται παρέχειν, τὰ δὲ ὑποζυγίωι· οὕτω γὰρ ἥκιστ᾽ ἂν τὸ ἐλλεῖπον διαλάθοι.
[11.3]
εἴς γε μὴν τὸν ἐν τοῖς ὅπλοις ἀγῶνα τοιάδ᾽ ἐμηχανήσατο, στολὴν μὲν ἔχειν φοινικίδα, ταύτην νομίζων ἥκιστα μὲν γυναικείαι κοινωνεῖν, πολεμικωτάτην δ᾽ εἶναι, καὶ χαλκῆν ἀσπίδα· καὶ γὰρ τάχιστα λαμπρύνεται καὶ σχολαιότοτα ῥυπαίνεται. ἐφῆκε δὲ καὶ κομᾶν τοῖς ὑπὲρ τὴν ἡβητικὴν ἡλικίαν, νομίζων οὕτω καὶ μείζους ἂν καὶ ἐλευθεριωτέρους καὶ γοργοτέρους φαίνεσθαι.
[11.4]
οὕτω γε μὴν κατεσκευασμένων μόρας μὲν διεῖλεν ἓξ καὶ ἱππέων καὶ ὁπλιτῶν. ἑκάστη δὲ τῶν ὁπλιτικῶν μορῶν ἔχει πολέμαρχον ἕνα, λοχαγοὺς τέτταρας, πεντηκοντῆρας ὀκτώ, ἐνωμοτάρχους ἑκκαίδεκα. ἐκ δὲ τούτων τῶν μορῶν διὰ παρεγγυήσεως καθίστανται τοτὲ μὲν εἰς ... ἐνωμοτίας, τοτὲ δὲ εἰς τρεῖς, τοτὲ δὲ εἰς ἕξ.
[11.5]
ὃ δὲ οἱ πλεῖστοι οἴονται, πολυπλοκωτάτην εἶναι τὴν ἐν ὅπλοις Λακωνικὴν τάξιν, τὸ ἐναντιώτατον ὑπειλήφασι τοῦ ὄντος· εἰσὶ μὲν γὰρ ἐν τῆι Λακωνικῆι τάξει οἱ πρωτοστάται ἄρχοντες, καὶ ὁ στίχος ἕκαστος πάντ᾽ ἔχων ὅσα δεῖ παρέχεσθαι.
[11.6]
οὕτω δὲ ῥάιδιον ταύτην τὴν τάξιν μαθεῖν ὡς ὅστις τοὺς ἀνθρώπους δύναται γιγνώσκειν οὐδεὶς ἂν ἁμάρτοι· τοῖς μὲν γὰρ ἡγεῖσθαι δέδοται, τοῖς δὲ ἕπεσθαι τέτακται. αἱ δὲ παραγωγαὶ ὥσπερ ὑπὸ κήρυκος ὑπὸ τοῦ ἐνωμοτάρχου λόγωι δηλοῦνται <καὶ> ἀραιαί τε καὶ βαθύτεραι αἱ φάλαγγες γίγνονται· ὧν οὐδὲν οὐδ᾽ ὁπωστιοῦν χαλεπὸν μαθεῖν.
[11.7]
τὸ μέντοι κἂν ταραχθῶσι μετὰ τοῦ παρατυχόντος ὁμοίως μάχεσθαι, ταύτην τὴν τάξιν οὐκέτι ῥάιδιόν ἐστι μαθεῖν πλὴν τοῖς ὑπὸ τῶν τοῦ Λυκούργου νόμων πεπαιδευμένοις.
[11.8]
εὐπορώτατα δὲ καὶ ἐκεῖνα Λακεδαιμόνιοι ποιοῦσι τὰ τοῖς ὁπλομάχοις πάνυ δοκοῦντα χαλεπὰ εἶναι· ὅταν μὲν γὰρ ἐπὶ κέρως πορεύωνται, κατ᾽ οὐρὰν δήπου ἐνωμοτία <ἐνωμοτίαι> ἕπεται· ἐὰν δ᾽ ἐν τῶι τοιούτωι ἐκ τοῦ ἐναντίου πολεμία φάλαγξ ἐπιφανῆι, τῶι ἐνωμοτάρχωι παρεγγυᾶται εἰς μέτωπον παρ᾽ ἀσπίδα καθίστασθαι, καὶ διὰ παντὸς οὕτως, ἔστ᾽ ἂν ἡ φάλαγξ ἐναντία καταστῆι. ἤν γε μὴν οὕτως ἐχόντων ἐκ τοῦ ὄπισθεν οἱ πολέμιοι ἐπιφανῶσιν, ἐξελίττεται ἕκαστος ὁ στίχος, ἵνα οἱ κράτιστοι ἐναντίοι ἀεὶ τοῖς πολεμίοις ὦσιν.
[11.9]
ὅτι δὲ ὁ ἄρχων εὐώνυμος γίγνεται, οὐδ᾽ ἐν τούτωι μειονεκτεῖν ἡγοῦνται, ἀλλ᾽ ἔστιν ὅτε καὶ πλεονεκτεῖν. εἰ γάρ τινες κυκλοῦσθαι ἐπιχειροῖεν, οὐκ ἂν κατὰ τὰ γυμνά, ἀλλὰ κατὰ τὰ ὡπλισμένα περιβάλλοιεν ἄν. ἢν δέ ποτε ἕνεκά τινος δοκῆι συμφέρειν τὸν ἡγεμόνα δεξιὸν κέρας ἔχειν, στρέψαντες τὸ ἄγημα ἐπὶ κέρας ἐξελίττουσι τὴν φάλαγγα, ἔστ᾽ ἂν ὁ μὲν ἡγεμὼν δεξιὸς ἦι, ἡ δὲ οὐρὰ εὐώνυμος γένηται.
[11.10]
ἢν δ᾽ αὖ ἐκ τῶν δεξιῶν πολεμίων τάξις ἐπιφαίνηται ἐπὶ κέρως πορευομένων, οὐδὲν ἄλλο πραγματεύονται ἢ τὸν λόχον ἕκαστον ὥσπερ τριήρη ἀντίπρωιρον τοῖς ἐναντίοις στρέφουσι, καὶ οὕτως αὖ γίγνεται ὁ κατ᾽ οὐρὰν λόχος παρὰ δόρυ. ἤν γε μὴν κατὰ τὰ εὐώνυμα πολέμιοι προσίωσιν, οὐδὲ τοῦτ᾽ ἐῶσιν, ἀλλὰ προθέουσιν ἢ [ἐναντίους] ἀντιπάλους τοὺς λόχους στρέφουσι· καὶ οὕτως αὖ ὁ κατ᾽ οὐρὰν λόχος παρ᾽ ἀσπίδα καθίσταται.

[12.1]
Ἐρῶ δὲ καὶ ἧι στρατοπεδεύεσθαι ἐνόμισε χρῆναι Λυκοῦργος. διὰ μὲν γὰρ τὸ τὰς γωνίας τοῦ τετραγώνου ἀχρήστους εἶναι κύκλον ἐστρατοπεδεύσατο, εἰ μὴ ὄρος ἀσφαλὲς εἴη ἢ τεῖχος ἢ ποταμὸν ὄπισθεν ἔχοιεν.
[12.2]
φυλακάς γε μὴν ἐποίησε μεθημερινὰς τὰς μὲν παρὰ τὰ ὅπλα εἴσω βλεπούσας· οὐ γὰρ πολεμίων ἕνεκα ἀλλὰ φίλων αὗται καθίστανται· τούς γε μὴν πολεμίους ἱππεῖς φυλάττουσιν ἀπὸ χωριιων ὧν ἂν ἐκ πλείστου προορῶιεν εἰ [δέ] τις προσίοι.
[12.3]
νύκτωρ <δὲ> ἔξω τῆς φάλαγγος ἐνόμισεν ὑπὸ Σκιριτῶν προφυλάττεσθαι· (νῦν δ᾽ ἤδη καὶ ὑπὸ ξένων ... αὐτῶν τινες συμπαρόντες.)
[12.4]
τὸ δὲ ἔχοντας τὰ δόρατα ἀεὶ περιιέναι, εὖ καὶ τοῦτο δεῖ εἰδέναι, ὅτι τοῦ αὐτοῦ ἕνεκά ἐστιν οὗπερ καὶ τοὺς δούλους εἴργουσιν ἀπὸ τῶν ὅπλων, καὶ τοὺς ἐπὶ τὰ ἀναγκαῖα ἀπιόντας οὐ δεῖ θαυμάζειν ὅτι οὔτε ἀλλήλων οὔτε τῶν ὅπλων πλέον ἢ ὅσον μὴ λυπεῖν ἀλλήλους ἀπέρχονται· καὶ γὰρ ταῦτα ἀσφαλείας ἕνεκα ποιοῦσιν.
[12.5]
μεταστρατοπεδεύονταί γε μὴν πυκνὰ καὶ τοῦ σίνεσθαι τοὺς πολεμίους ἕνεκα καὶ τοῦ ὠφελεῖν τοὺς φίλους. καὶ γυμνάζεσθαι δὲ προαγορεύεται ὑπὸ τοῦ νόμου ἅπασι Λακεδαιμονίοις, ἕωσπερ ἂν στρατεύωνται· ὥστε μεγαλοπρεπεστέρους μὲν αὐτοὺς ἐφ᾽ ἑαυτοῖς γίγνεσθαι, ἐλευθεριωτέρους δὲ τῶν ἄλλων φαίνεσθαι. δεῖ δὲ οὔτε περίπατον οὔτε δρόμον μάσσω ποιεῖσθαι ἢ ὅσον ἂν ἡ μόρα ἐφήκηι, ὅπως μηδεὶς τῶν αὑτοῦ ὅπλων πόρρω γίγνηται.
[12.6]
μετὰ δὲ τὰ γυμνάσια καθίζειν μὲν ὁ πρῶτος πολέμαρχος κηρύττει· ἔστι δὲ τοῦτο ὥσπερ ἐξέτασις· ἐκ τούτου δὲ ἀριστοποιεῖσθαι καὶ ταχὺ τὸν πρόσκοπον ἀπολύεσθαι· ἐκ τούτου δ᾽ αὖ διατριβαὶ καὶ ἀναπαύσεις πρὸ τῶν ἑσπερινῶν γυμνασίων.
[12.7]
μετά γε μὴν ταῦτα δειπνοποιεῖσθαι κηρύττεται, καὶ ἐπειδὰν ἄισωσιν εἰς τοὺς θεοὺς οἷς ἂν κεκαλλιερηκότες ὦσιν, ἐπὶ τῶν ὅπλων ἀναπαύεσθαι. ὅτι δὲ πολλὰ γράφω οὐ δεῖ θαυμάζειν· ἥκιστα γὰρ Λακεδαιμονίοις εὕροι ἄν τις παραλελειμμένα ἐν τοῖς στρατιωτικοῖς ὅσα δεῖται ἐπιμελείας.

[13.1]
Διηγήσομαι δὲ καὶ ἣν ἐπὶ στρατιᾶς ὁ Λυκοῦργος βασιλεῖ δύναμιν καὶ τιμὴν κατεσκεύασε. πρῶτον μὲν γὰρ ἐπὶ φρουρᾶς τρέφει ἡ πόλις βασιλέα καὶ τοὺς σὺν αὐτῶι· συσκηνοῦσι δὲ αὐτῶι οἱ πολέμαρχοι, ὅπως ἀεὶ συνόντες μᾶλλον καὶ κοινοβουλῶσιν, ἤν τι δέωνται· συσκηνοῦσι δὲ καὶ ἄλλοι τρεῖς ἅνδρες τῶν ὁμοίων· οὗτοι τούτοις ἐπιμελοῦνται πάντων τῶν ἐπιτηδείων, ὡς μηδεμία ἀσχολία ἦι αὐτοῖς τῶν πολεμικῶν ἐπιμελεῖσθαι.
[13.2]
ἐπαναλήψομαι δὲ ὡς ἐξορμᾶται σὺν στρατιᾶι ὁ βασιλεύς. θύει μὲν γὰρ πρῶτον οἴκοι ὢν Διὶ Ἀγήτορι καὶ τοῖς σιοῖν [αὐτῶι]· ἢν δὲ ἐνταῦθα καλλιερήσηι, λαβὼν ὁ πυρφόρος πῦρ ἀπὸ τοῦ βωμοῦ προηγεῖται ἐπὶ τὰ ὅρια τῆς χώρας· ὁ δὲ βασιλεὺς ἐκεῖ αὖ θύεται Διὶ καὶ Ἀθηνᾶι.
[13.3]
ὅταν δὲ ἀμφοῖν τούτοιν τοῖν θεοῖν καλλιερηθῆι, τότε διαβαίνει τὰ ὅρια τῆς χώρας· καὶ τὸ πῦρ μὲν ἀπὸ τούτων τῶν ἱερῶν προηγεῖται οὔποτε ἀποσβεννύμενον, σφάγια δὲ παντοῖα ἕπεται. ἀεὶ δὲ ὅταν θύηται, ἄρχεται μὲν τούτου τοῦ ἔργου ἔτι κνεφαῖος, προλαμβάνειν βουλόμενος τὴν τοῦ θεοῦ εὔνοιαν.
[13.4]
πάρεισι δὲ περὶ τὴν θυσίαν πολέμαρχοι, λοχαγοί, πεντηκοντῆρες, ξένων στρατίαρχοι, στρατοῦ σκευοφορικοῦ ἄρχοντες, καὶ τῶν ἀπὸ τῶν πόλεων δὲ στρατηγῶν ὁ βουλόμενος·
[13.5]
πάρεισι δὲ καὶ τῶν ἐφόρων δύο, οἳ πολυπραγμονοῦσι μὲν οὐδέν, ἢν μὴ ὁ βασιλεὺς προσκαλῆι· ὁρῶντες δὲ ὅ τι ποιεῖ ἕκαστος πάντας σωφρονίζουσιν, ὡς τὸ εἰκός. ὅταν δὲ τελεσθῆι τὰ ἱερά, ὁ βασιλεὺς προσκαλέσας πάντας παραγγέλλει τὰ ποιητέα. ὥστε ὁρῶν ταῦτα ἡγήσαιο ἂν τοὺς μὲν ἄλλους αὐτοσχεδιαστὰς εἶναι τῶν στρατιωτικῶν, Λακεδαιμονίους δὲ μόνους τῶι ὄντι τεχνίτας τῶν πολεμικῶν.
[13.6]
ἐπειδάν γε μὴν ἡγῆται βασιλεύς, ἢν μὲν μηδεὶς ἐναντίος φαίνηται, οὐδεὶς αὐτοῦ πρόσθεν πορεύεται, πλὴν Σκιρῖται καὶ οἱ προερευνώμενοι ἱππεῖς· ἢν δέ ποτε μάχην οἴωνται ἔσεσθαι, λαβὼν τὸ ἄγημα τῆς πρώτης μόρας ὁ βασιλεὺς ἄγει στρέψας ἐπὶ δόρυ, ἔστ᾽ ἂν γένηται ἐν μέσωι δυοῖν μόραιν καὶ δυοῖν πολεμάρχοιν.
[13.7]
οὓς δὲ δεῖ ἐπὶ τούτοις τετάχθαι, ὁ πρεσβύτατος τῶν περὶ δαμοσίαν συντάττει· εἰσὶ δὲ οὗτοι ὅσοι ἂν σύσκηνοι ὦσι τῶν ὁμοίων, καὶ μάντεις καὶ ἰατροὶ καὶ αὐληταὶ <καὶ> οἱ τοῦ στρατοῦ ἄρχοντες, καὶ ἐθελούσιοι ἤν τινες παρῶσιν. ὥστε τῶν δεομένων γίγνεσθαι οὐδὲν ἀπορεῖται· οὐδὲν γὰρ ἀπρόσκεπτόν ἐστι.
[13.8]
μάλα δὲ καὶ τάδε ὠφέλιμα, ὡς ἐμοὶ δοκεῖ, ἐμηχανήσατο Λυκοῦργος εἰς τὸν ἐν ὅπλοις ἀγῶνα. ὅταν γὰρ ὁρώντων ἤδη τῶν πολεμίων χίμαιρα σφαγιάζηται, αὐλεῖν τε πάντας τοὺς παρόντας αὐλητὰς νόμος καὶ μηδένα Λακεδαιμονίων ἀστεφάνωτον εἶναι· καὶ ὅπλα δὲ λαμπρύνεσθαι προαγορεύεται.
[13.9]
ἔξεστι δὲ τῶι νέωι καὶ κεχριμένωι εἰς μάχην συνιέναι καὶ φαιδρὸν εἶναι καὶ εὐδόκιμον. καὶ παρακελεύονται δὲ τῶι ἐνωμοτάρχωι· οὐδ᾽ ἀκούεται γὰρ εἰς ἑκάστην πᾶσαν τὴν ἐνωμοτίαν ἀφ᾽ ἑκάστου ἐνωμοτάρχου ἔξω· ὅπως δὲ καλῶς γίγνηται πολεμάρχωι δεῖ μέλειν.
[13.10]
ὅταν γε μὴν καιρὸς δοκῆι εἶναι στρατοπεδεύεσθαι, τούτου μὲν δὴ κύριος βασιλεὺς καὶ τοῦ δεῖξαί γε ὅπου δεῖ· τὸ μέντοι πρεσβείας ἀποπέμπεσθαι καὶ φιλίας καὶ πολεμίας, τοῦτ᾽ οὐ βασιλέως. καὶ ἄρχονται μὲν πάντες ἀπὸ βασιλέως, ὅταν βούλωνται πρᾶξαί τι.
[13.11]
ἢν δ᾽ οὖν δίκης δεόμενός τις ἔλθηι, πρὸς ἑλλανοδίκας τοῦτον ὁ βασιλεὺς ἀποπέμπει, ἢν δὲ χρημάτων, πρὸς ταμίας, ἢν δὲ ληίδα ἄγων, πρὸς λαφυροπώλας. οὕτω δὲ πραττομένων βασιλεῖ οὐδὲν ἄλλο ἔργον καταλείπεται ἐπὶ φρουρᾶς ἢ ἱερεῖ μὲν τὰ πρὸς τοὺς θεοὺς εἶναι, στρατηγῶι δὲ τὰ πρὸς τοὺς ἀνθρώπους.

BOOK: Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics)
12.69Mb size Format: txt, pdf, ePub
ads

Other books

Light A Penny Candle by Maeve Binchy
Enslaved by Elisabeth Naughton
After the Storm by Susan Sizemore
Dark Matter by Greg Iles
What We Have by Amy Boesky
Enduring Light by Alyssa Rose Ivy
The Ransom by Chris Taylor
Never Enough by Joe McGinniss
The Dead Place by Stephen Booth
Time For Pleasure by Daniels, Angie