Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) (92 page)

BOOK: Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)
9.74Mb size Format: txt, pdf, ePub
ads

οὔτοι ποτὲ ζῶν τοῦτον ἀποδυθήσομαι,
ἐπεὶ μόνος μ᾽ ἔσωσε παρατεταγμένον,
ὅθ᾽ ὁ βορέας ὁ μέγας ἐπεστρατεύσατο.

Βδελυκλέων

1125
ἀγαθὸν ἔοικας οὐδὲν ἐπιθυμεῖν παθεῖν.

Φιλοκλέων

μὰ τὸν Δί᾽ οὐ γὰρ οὐδαμῶς μοι ξύμφορον.
καὶ γὰρ πρότερον ἐπανθρακίδων ἐμπλήμενος
ἀπέδωκ᾽ ὀφείλων τῷ κναφεῖ τριώβολον.

Βδελυκλέων

ἀλλ᾽ οὖν πεπειράσθω γ᾽, ἐπειδήπερ γ᾽ ἅπαξ
1130
ἐμοὶ σεαυτὸν παραδέδωκας εὖ ποιεῖν.

Φιλοκλέων

τί οὖν κελεύεις δρᾶν με;

Βδελυκλέων
τὸν τρίβων᾽ ἄφες,
τηνδὶ δὲ χλαῖναν ἀναβαλοῦ τριβωνικῶς.

Φιλοκλέων

ἔπειτα παῖδας χρὴ φυτεύειν καὶ τρέφειν,
ὅθ᾽ οὑτοσί με νῦν ἀποπνῖξαι βούλεται;

Βδελυκλέων

1135
ἔχ᾽ ἀναβαλοῦ τηνδὶ λαβὼν καὶ μὴ λάλει.

Φιλοκλέων

τουτὶ τὸ κακὸν τί ἐστι πρὸς πάντων θεῶν;

Βδελυκλέων

οἱ μὲν καλοῦσι Περσίδ᾽ οἱ δὲ καυνάκην.

Φιλοκλέων

ἐγὼ δὲ σισύραν ᾠόμην Θυμαιτίδα.

Βδελυκλέων

κοὐ θαῦμά γ᾽: ἐς Σάρδεις γὰρ οὐκ ἐλήλυθας.
1140
ἔγνως γὰρ ἄν: νῦν δ᾽ οὐχὶ γιγνώσκεις.

Φιλοκλέων
ἐγώ;
μὰ τὸν Δί᾽ οὐ τοίνυν: ἀτὰρ δοκεῖ γέ μοι
ἐοικέναι μάλιστα Μορύχου σάγματι.

Βδελυκλέων

οὔκ, ἀλλ᾽ ἐν Ἐκβατάνοισι ταῦθ᾽ ὑφαίνεται.

Φιλοκλέων

ἐν Ἐκβατάνοισι γίγνεται κρόκης χόλιξ;

Βδελυκλέων

1145
πόθεν ὦγάθ᾽; ἀλλὰ τοῦτο τοῖσι βαρβάροις
ὑφαίνεται πολλαῖς δαπάναις. αὕτη γέ τοι
ἐρίων τάλαντον καταπέπωκε ῥᾳδίως.

Φιλοκλέων

οὔκουν ἐριώλην δῆτ᾽ ἐχρῆν αὐτὴν καλεῖν
δικαιότερον ἢ καυνάκην;

Βδελυκλέων
ἔχ᾽ ὦγαθέ,
1150
καὶ στῆθ᾽ ἀναμπισχόμενος.

Φιλοκλέων
οἴμοι δείλαιος:
ὡς θερμὸν ἡ μιαρά τί μου κατήρυγεν.

Βδελυκλέων

οὐκ ἀναβαλεῖ;

Φιλοκλέων
μὰ Δί᾽ οὐκ ἔγωγ᾽. ἀλλ᾽ ὦγαθέ,
εἴπερ γ᾽ ἀνάγκη, κρίβανόν μ᾽ ἀμπίσχετε.

Βδελυκλέων

φέρ᾽ ἀλλ᾽ ἐγώ σε περιβαλῶ: σὺ δ᾽ οὖν ἴθι.

Φιλοκλέων

1155
παράθου γε μέντοι καὶ κρεάγραν.

Βδελυκλέων
τιὴ τί δή;

Φιλοκλέων

ἵν᾽ ἐξέλῃς με πρὶν διερρυηκέναι.

Βδελυκλέων

ἄγε νυν ὑπολύου τὰς καταράτους ἐμβάδας,
τασδὶ δ᾽ ἀνύσας † ὑπόδυθι † τὰς Λακωνικάς.

Φιλοκλέων

ἐγὼ γὰρ ἂν τλαίην ὑποδήσασθαί ποτε
1160
ἐχθρῶν παρ᾽ ἀνδρῶν δυσμενῆ καττύματα;

Βδελυκλέων

ἔνθες ποτ᾽ ὦ τᾶν κἀπόβαιν᾽ ἐρρωμένως
ἐς τὴν Λακωνικὴν ἀνύσας.

Φιλοκλέων
ἀκικεῖς γέ με
ἐς τὴν πολεμίαν ἀποβιβάζων τὸν πόδα.

Βδελυκλέων

φέρε καὶ τὸν ἕτερον.

Φιλοκλέων
μηδαμῶς τοῦτόν γ᾽, ἐπεὶ
1165
πάνυ μισολάκων αὐτοῦ ‘στιν εἷς τῶν δακτύλων.

Βδελυκλέων

οὐκ ἔστι παρὰ ταῦτ᾽ ἄλλα.

Φιλοκλέων
κακοδαίμων ἐγώ,
ὅστις ἐπὶ γήρως χίμετλον οὐδὲν λήψομαι.

Βδελυκλέων

ἄνυσόν ποθ᾽ ὑποδησάμενος: εἶτα πλουσίως
ὡδὶ προβὰς τρυφερόν τι διασαλακώνισον.

Φιλοκλέων

1170
ἰδού. θεῶ τὸ σχῆμα, καὶ σκέψαι μ᾽ ὅτῳ
μάλιστ᾽ ἔοικα τὴν βάδισιν τῶν πλουσίων.

Βδελυκλέων

ὅτῳ; Δοθιῆνι σκόροδον ἠμφιεσμένῳ.

Φιλοκλέων

καὶ μὴν προθυμοῦμαί γε σαυλοπρωκτιᾶν.

Βδελυκλέων

ἄγε νυν, ἐπιστήσει λόγους σεμνοὺς λέγειν
1175
ἀνδρῶν παρόντων πολυμαθῶν καὶ δεξιῶν;

Φιλοκλέων

ἔγωγε.

Βδελυκλέων
τίνα δῆτ᾽ ἂν λέγοις;

Φιλοκλέων
πολλοὺς πάνυ.
πρῶτον μὲν ὡς ἡ Λάμι᾽ ἁλοῦσ᾽ ἐπέρδετο,
ἔπειτα δ᾽ ὡς ὁ Καρδοπίων τὴν μητέρα.

Βδελυκλέων

μή ‘μοί γε μύθους, ἀλλὰ τῶν ἀνθρωπίνων,
1180
οἵους λέγομεν μάλιστα τοὺς κατ᾽ οἰκίαν.

Φιλοκλέων

ἐγᾦδα τοίνυν τῶν γε πάνυ κατ᾽ οἰκίαν
ἐκεῖνον ὡς ‘οὕτω ποτ᾽ ἦν μῦς καὶ γαλῆ.’

Βδελυκλέων

ὦ σκαιὲ κἀπαίδευτε, Θεογένης ἔφη
τῷ κοπρολόγῳ καὶ ταῦτα λοιδορούμενος,
1185
μῦς καὶ γαλᾶς μέλλεις λέγειν ἐν ἀνδράσιν;

Φιλοκλέων

ποίους τινὰς δὲ χρὴ λέγειν;

Βδελυκλέων
μεγαλοπρεπεῖς,
ὡς ξυνεθεώρεις Ἀνδροκλεῖ καὶ Κλεισθένει.

Φιλοκλέων

ἐγὼ δὲ τεθεώρηκα ποώποτ᾽ οὐδαμοῖ
πλὴν ἐς Πάρον, καὶ ταῦτα δὔ ὀβολὼ φέρων.

Βδελυκλέων

1190
ἀλλ᾽ οὖν λέγειν χρή σ᾽ ὡς ἐμάχετό γ᾽ αὐτίκα
Ἐφουδίων παγκράτιον Ἀσκώνδᾳ καλῶς,
ἤδη γέρων ὢν καὶ πολιός, ἔχων δέ τοι
πλευρὰν βαθυτάτην καὶ χέρας καὶ λαγόνα καὶ
θώρακ᾽ ἄριστον.

Φιλοκλέων
παῦε παῦ᾽, οὐδὲν λέγεις.
1195
πῶς ἂν μαχέσαιτο παγκράτιον θώρακ᾽ ἔχων;

Βδελυκλέων

οὕτω διηγεῖσθαι νομίζουσ᾽ οἱ σοφοί.
ἀλλ᾽ ἕτερον εἰπέ μοι: παρ᾽ ἀνδράσι ξένοις
πίνων σεαυτοῦ ποῖον ἂν λέξαι δοκεῖς
ἐπὶ νεότητος ἔργον ἀνδρικώτατον;

Φιλοκλέων

1200
ἐκεῖν᾽ ἐκεῖν᾽ ἀνδρειότατόν γε τῶν ἐμῶν,
ὅτ᾽ Ἐργασίωνος τὰς χάρακας ὑφειλόμην.

Βδελυκλέων

ἀπολεῖς με. ποίας χάρακας; ἀλλ᾽ ὡς ἢ κάπρον
ἐδιώκαθές ποτ᾽ ἢ λαγών, ἢ λαμπάδα
ἔδραμες, ἀνευρὼν ὅ τι νεανικώτατον.

Φιλοκλέων

1205
ἐγᾦδα τοίνυν τό γε νεανικώτατον:
ὅτε τὸν δρομέα Φάυλλον ὢν βούπαις ἔτι
εἶλον διώκων λοιδορίας ψήφοιν δυοῖν.

Βδελυκλέων

παὖ: ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε
ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.

Φιλοκλέων

1210
πῶς οὖν κατακλινῶ; φράζ᾽ ἀνύσας.

Βδελυκλέων
εὐσχημόνως.

Φιλοκλέων

ὡδὶ κελεύεις κατακλινῆναι;

Βδελυκλέων
μηδαμῶς.

Φιλοκλέων

πῶς δαί;

Βδελυκλέων
τὰ γόνατ᾽ ἔκτεινε καὶ γυμναστικῶς
ὑγρὸν χύτλασον σεαυτὸν ἐν τοῖς στρώμασιν.
ἔπειτ᾽ ἐπαίνεσόν τι τῶν χαλκωμάτων,
1215
ὀροφὴν θέασαι, κρεκάδι᾽ αὐλῆς θαύμασον:
ὕδωρ κατὰ χειρός: τὰς τραπέζας ἐσφέρειν:
δειπνοῦμεν: ἀπονενίμμεθ᾽: ἤδη σπένδομεν.

Φιλοκλέων

πρὸς τῶν θεῶν ἐνύπνιον ἑστιώμεθα;

Βδελυκλέων

αὑλητρὶς ἐνεφύσησεν: οἱ δὲ συμπόται
1220
εἰσὶν Θέωρος Αἰσχίνης Φᾶνος Κλέων,
ξένος τις ἕτερος πρὸς κεφαλῆς Ἀκέστορος.
τούτοις ξυνὼν τὰ σκόλι᾽ ὅπως δέξει καλῶς.

Φιλοκλέων

ἄληθες; ὡς οὐδεὶς Διακρίων δέξεται.

Βδελυκλέων

ἐγὼ εἴσομαι: καὶ δὴ γάρ εἰμ᾽ ἐγὼ Κλέων,
1225
ᾁδω δὲ πρῶτος Ἁρμοδίου: δέξαι δὲ σύ.
‘οὐδεὶς πώποτ᾽ ἀνὴρ ἔγεντ᾽ Ἀθήναις’ —

Φιλοκλέων

οὐχ οὕτω γε πανοῦργος οὐδὲ κλέπτης.

Βδελυκλέων

τουτὶ σὺ δράσεις; παραπολεῖ βοώμενος:
φήσει γὰρ ἐξολεῖν σε καὶ διαφθερεῖν
1230
καὶ τῆσδε τῆς γῆς ἐξελᾶν.

Φιλοκλέων
ἐγὼ δέ γε,
ἐὰν ἀπειλῇ, νὴ Δί᾽ ἕτερ᾽ ἀντᾴσομαι:

Φιλοκλέων

‘ὦνθρωφ᾽, οὖτος ὁ μαιόμενος τὸ μέγα κράτος,
1235
ἀντρέψεις ἔτι τὰν πόλιν: ἁ δ᾽ ἔχεται ῥοπᾶς.’

Βδελυκλέων

τί δ᾽ ὅταν Θέωρος πρὸς ποδῶν κατακείμενος
ᾁδῃ Κλέωνος λαβόμενος τῆς δεξιᾶς:

Βδελυκλέων

‘Ἀδμήτου λόγον ὦταῖρε μαθὼν τοὺς ἀγαθοὺς φίλει.’

Βδελυκλέων

1240
τούτῳ τί λέξεις σκόλιον;

Φιλοκλέων
ᾠδικῶς ἐγώ.

Φιλοκλέων

‘οὐκ ἔστιν ἀλωπεκίζειν,
οὐδ᾽ ἀμφοτέροισι γίγνεσθαι φίλον.’

Βδελυκλέων

μετὰ τοῦτον Αἰσχίνης ὁ Σέλλου δέξεται,
ἀυὴρ σοφὸς καὶ μουσικός, κᾆτ᾽ ᾁσεται:

Βδελυκλέων

1245
‘χρήματα καὶ βίαν
Κλειταγόρᾳ τε κἀμοὶ
μετὰ Θετταλῶν’ —

Φιλοκλέων

πολλὰ δὴ διεκόμπασας σὺ κἀγώ.

Βδελυκλέων

τουτὶ μὲν ἐπιεικῶς σύ γ᾽ ἐξεπίστασαι:
1250
ὅπως δ᾽ ἐπὶ δεῖπνον ἐς Φιλοκτήμονος ἴμεν.
παῖ παῖ, τὸ δεῖπνον Χρυσὲ συσκεύαζε νῷν,
ἵνα καὶ μεθυσθῶμεν διὰ χρόνου.

Φιλοκλέων
μηδαμῶς.
κακὸν τὸ πίνειν: ἀπὸ γὰρ οἴνου γίγνεται
καὶ θυροκοπῆσαι καὶ πατάξαι καὶ βαλεῖν,
1255
κἄπειτ᾽ ἀποτίνειν ἀργύριον ἐκ κραιπάλης.

Βδελυκλέων

οὔκ, ἢν ξυνῇς γ᾽ ἀνδράσι καλοῖς τε κἀγαθοῖς.
ἢ γὰρ παρῃτήσαντο τὸν πεπονθότα,
ἢ λόγον ἔλεξας αὐτὸς ἀστεῖόν τινα,
Αἰσωπικὸν γέλοιον ἢ Συβαριτικόν,
1260
ὧν ἔμαθες ἐν τῷ συμποσίῳ: κᾆτ᾽ ἐς γέλων
τὸ πρᾶγμ᾽ ἔτρεψας, ὥστ᾽ ἀφείς σ᾽ ἀποιχεται.

Φιλοκλέων

μαθητέον τἄρ᾽ ἐστὶ πολλοὺς τῶν λόγων,
εἴπερ ἀποτείσω μηδέν, ἤν τι δρῶ κακόν.

Βδελυκλέων

ἄγε νυν ἴωμεν: μηδὲν ἡμᾶς ἰσχέτω.

Χορός

1265
πολλάκις δὴ ‘δοξ᾽ ἐμαυτῷ δεξειὸς πεφυκέναι
καὶ σκαιὸς οὐδεπώποτε:
ἀλλ᾽ Ἀμυνίας ὁ Σέλλου μᾶλλον οὑκ τῶν Κρωβύλων,
οὗτος ὅν γ᾽ ἐγώ ποτ᾽ εἶδον ἀντὶ μήλου καὶ ῥοᾶς
δειπνοῦντα μετὰ Λεωγόρου:
1270
πεινῇ γὰρ ᾗπερ Ἀντιφῶν:
ἀλλὰ πρεσβεύων γὰρ ἐς Φάρσαλον ᾤχετ᾽, εἶτ᾽ ἐκεῖ
μόνος μόνοις
τοῖς Πενέσταισι ξυνῆν τοῖς
Θετταλῶν, αὐτὸς πενέστης ὢν ἔλαττων οὐδενός.

Χορός

1275
ὦ μακάρι᾽ Αὐτόμενες ὥς σε μακαρίζομεν,
παῖδας ἐφύτευσας ὅτι χειροτεχνικωτάτους:
πρῶτα μὲν ἅπασι φίλον ἄνδρα τε σοφώτατον,
τὸν κιφαραοιδότατον, ᾧ χάρις ἐφέσπετο:
τὸν δ᾽ ὑποκριτὴν ἕτερον ἀργαλέον ὡς σοφόν:
1280
εἶτ᾽ Ἀριφράδην πολύ τι θυμοσοφικώτατον,
ὅντινά ποτ᾽ ὤμοσε μαθόντα παρὰ μηδενός,
ἀλλ᾽ ἀπὸ σοφῆς φύσεος αὐτόματον ἐκμαθεῖν
γλωττοποιεῖν ἐς τὰ πορνεῖ᾽ εἰσιόνθ᾽ ἑκάστοτε.

Χορός

εἰσί τινες οἵ μ᾽ ἔλεγον ὡς καταδιηλλάγην,
1285
ἡνίκα Κλέων μ᾽ ὑπετάραττεν ἐπικείμενος
† καί με κακίσταις † ἔκνισε: κᾆθ᾽ ὅτ᾽ ἀπεδειρόμην,
οὑκτὸς ἐγέλων μέγα κεκραγότα θεώμενοι,
οὐδὲν ἄρ᾽ ἐμοῦ μέλον, ὅσον δὲ μόνον εἰδέναι
σκωμμάτιον εἴποτέ τι θλιβόμενος ἐκβαλῶ.
1290
ταῦτα κατιδὼν ὑπό τι μικρὸν ἐπιθήκισα:
εἶτα νῦν ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον.
Ξανθίας

ἰὼ χελῶναι μακάριαι τοῦ δέρματος,
καὶ τρὶς μακάριαι τοῦ ‘πὶ ταῖς πλευραῖς τέγους.
ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς
1295
κεράμῳ τὸ νῶτον ὥστε τὰς πληγὰς στέγειν.
ἐγὼ δ᾽ ἀπόλωλα στιζόμενος βακτηρίᾳ.

Χορός

τί δ᾽ ἔστιν ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων,
καλεῖν δίκαιον ὅστις ἂν πληγὰς λάβῃ.

Ξανθίας

οὐ γὰρ ὁ γέρων ἀτηρότατον ἄρ᾽ ἦν κακὸν
1300
καὶ τῶν ξυνόντων πολὺ παροινικώτατος;
καίτοι παρῆν Ἵππυλλος Ἀντιφῶν Λύκων
Λυσίστρατος Θούφραστος οἱ περὶ Φρύνιχον.
τούτων ἁπάντων ἦν ὑβριστότατος μακρῷ.
εὐθὺς γὰρ ὡς ἐνέπλητο πολλῶν κἀγαθῶν,
1305
ἐνήλατ᾽ ἐσκίρτα ‘πεπόρδει κατεγέλα
ὥσπερ καχρύων ὀνίδιον εὐωχημένον
κἄτυπτεν ἐμὲ νεανικῶς ‘παῖ παῖ’ καλῶν.
εἶτ᾽ αὐτὸν ὡς εἶδ᾽ ᾔκασεν Λυσίστρατος:
‘ἔοικας ὦ πρεσβῦτα νεοπλούτῳ τρυγὶ
1310
κλητῆρί τ᾽ εἰς ἀχυρμὸν ἀποδεδρακότι.’
ὁ δ᾽ ἀνακραγὼν ἀντῄκασ᾽ αὐτὸν πάρνοπι
τὰ θρῖα τοῦ τρίβωνος ἀποβεβληκότι,
Σθενέλῳ τε τὰ σκευάρια διακεκαρμένῳ.
οἱ δ᾽ ἀνεκρότησαν, πλήν γε Θουφράστου μόνου:
1315
οὗτος δὲ διεμύλλαινεν ὡς δὴ δεξιός.
ὁ γέρων δὲ τὸν Θούφραστον ἤρετ᾽: ‘εἰπέ μοι,
ἐπὶ τῷ κομᾷς καὶ κομψὸς εἶναι προσποιεῖ,
κωμῳδολοιχῶν περὶ τὸν εὖ πράττοντ᾽ ἀεί;᾽
τοιαῦτα περιύβριζεν αὐτοὺς ἐν μέρει,
1320
σκώπτων ἀγροίκως καὶ προσέτι λόγους λέγων
ἀμαθέστατ᾽ οὐδὲν εἰκότας τῷ πράγματι.
ἔπειτ᾽ ἐπειδὴ ‘μέθυεν, οἴκαδ᾽ ἔρχεται
τύπτων ἅπαντας, ἤν τις αὐτῷ ξυντύχῃ.
ὁδὶ δὲ καὶ δὴ σφαλλόμενος προσέρχεται.
1325
ἀλλ᾽ ἐκποδὼν ἄπειμι πρὶν πληγὰς λαβεῖν.

Φιλοκλέων

ἄνεχε πάρεχε:
κλαύσεταί τις τῶν ὄπισθεν
ἐπακολουθούντων ἐμοί:
οἷον, εἰ μὴ ‘ρρήσεθ᾽, ὑμᾶς
1330
ὦ πόνηροι ταυτῃὶ τῇ
δᾳδὶ φρυκτοὺς σκευάσω.

Ξυμότης
τις

ἦ μὴν σὺ δώσεις αὔριον τούτων δίκην
ἡμῖν ἅπασι, κεἰ σφόδρ᾽ εἶ νεανίας.
ἁθρόοι γὰρ ἥξομέν σε προσκαλούμενοι.

Φιλοκλέων

1335
ἰὴ ἰεῦ, καλούμενοι.
ἀρχαῖά γ᾽ ὑμῶν: ἆρά γ᾽ ἴσθ᾽
ὡς οὐδ᾽ ἀκούων ἀνέχομαι
δικῶν; ἰαιβοῖ, αἰβοῖ.
τάδε μ᾽ ἀρέσκει: βάλλε κημούς.
1340
οὐκ ἄπεισι; ποῦ ‘στιν ἡμῖν
ἡλιαστής; ἐκποδών.
Φιλοκλέων

ἀνάβαινε δεῦρο χρυσομηλολόνθιον,
τῇ χειρὶ τουδὶ λαβομένη τοῦ σχοινίου.
ἔχου: φυλάττου δ᾽, ὡς σαπρὸν τὸ σχοινίον:
ὅμως γε μέντοι τριβόμενον οὐκ ἄχθεται.
1345
ὁρᾷς ἐγώ σ᾽ ὡς δεξιῶς ὑφειλόμην
μέλλουσαν ἤδη λεσβιᾶν τοὺς ξυμπότας:
ὧν οὕνεκ᾽ ἀπόδος τῷ πέει τῳδὶ χάριν.
ἀλλ᾽ οὐκ ἀποδώσεις οὐδ᾽ ἐφιαλεῖς οἶδ᾽ ὅτι,
ἀλλ᾽ ἐξαπατήσεις κἀγχανεῖ τούτῳ μέγα:
1350
πολλοῖς γὰρ ἤδη χἀτέροις αὔτ᾽ ἠργάσω.
ἐὰν γένῃ δὲ μὴ κακὴ νυνὶ γυνή,
ἐγώ σ᾽ ἐπειδὰν οὑμὸς υἱὸς ἀποθάνῃ,
λυσάμενος ἕξω παλλακὴν ὦ χοιρίον.
νῦν δ᾽ οὐ κρατῶ ‘γὼ τῶν ἐμαυτοῦ χρημάτων
1355
νέος γάρ εἰμι καὶ φυλάττομαι σφόδρα.
τὸ γὰρ υἵδιον τηρεῖ με, κἄστι δύσκολον
κἄλλως κυμινοπριστοκαρδαμογλύφον.
ταῦτ᾽ οὖν περί μου δέδοικε μὴ διαφθαρῶ.
πατὴρ γὰρ οὐδείς ἐστιν αὐτῷ πλὴν ἐμοῦ.
1360
ὁδὶ δὲ καὐτὸς ἐπὶ σὲ κἄμ᾽ ἔοικε θεῖν.
ἀλλ᾽ ὡς τάχιστα στῆθι τάσδε τὰς δετὰς
λαβοῦσ᾽, ἵν᾽ αὐτὸν τωθάσω νεανικῶς,
οἵοις ποθ᾽ οὗτος ἐμὲ πρὸ τῶν μυστηρίων.

Βδελυκλέων

ὦ οὗτος οὗτος τυφεδανὲ καὶ χοιρόθλιψ,
1365
ποθεῖν ἐρᾶν τ᾽ ἔοικας ὡραίας σοροῦ.
οὔτοι καταπροίξει μὰ τὸν Ἀπόλλω τοῦτο δρῶν.

Φιλοκλέων

ὡς ἡδέως φάγοις ἂν ἐξ ὄξους δίκην.

Βδελυκλέων

οὐ δεινὰ τωθάζειν σε τὴν αὐλητρίδα
τῶν ξυμποτῶν κλέψαντα;

BOOK: Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)
9.74Mb size Format: txt, pdf, ePub
ads

Other books

The Sundering by Richard A. Knaak
A Far Gone Night by John Carenen
Deja Vu by Fern Michaels
The Last Flight by Julie Clark
El informe de Brodie by Jorge Luis Borges
Fliers of Antares by Alan Burt Akers